Add parallel Print Page Options

11 ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12 λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· 13 καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.

14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν [a]αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι τὸν διάβολον, 15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. 16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. 17 ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· 18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν [b]Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς [c]ἐν τῷ οἴκῳ αὐτοῦ. πλείονος γὰρ [d]οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ [e]δὲ πάντα κατασκευάσας θεός. καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· [f]ὅς οἶκός ἐσμεν ἡμεῖς, [g]ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς [h]ἐλπίδος κατάσχωμεν.

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2:14 αἵματος καὶ σαρκός WH Treg NIV ] σαρκός καὶ αἵματος RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1 Ἰησοῦν WH Treg NIV ] + Χριστόν RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:2 ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NIV RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:3 οὗτος δόξης WH Treg NIV ] δόξης οὗτος RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:4 δὲ WH Treg NIV ] + τὰ RP
  6. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ὅς Holmes ] οὗ WH Treg NIV RP
  7. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐὰν WH Treg ] ἐάνπερ NIV RP
  8. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐλπίδος NIV ] + μέχρι τέλους βεβαίαν WH Treg RP